ΠΑΝΑΓΙΑ ΤΡΙΧΕΡΟΥΣΑ-ΥΜΝΟΙ

ΠΑΝΑΓΙΑ ΤΡΙΧΕΡΟΥΣΑ-ΥΜΝΟΙ

 
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν βροτῶν διάσωσμα, σὺ εἰ Παρθένε Μαρία, ὡς τὸν Χριστὸν τετοκυῖα διὸ ἡμῖν ηὐδόκησας, δοθῆναι τὴν Εἰκόνα σου, ἡ Τριχεροῦσα κέκληται, ὥσπερ ἁγίασμα θεῖον, καὶ φυλακτήριον μέγα. (Δίς)

Εἰς τοὺς Αἰνούς. Ἱστῶμεν στίχους δ´. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῆς σῆς ἁγίας Εἰκόνος πανηγυρίζομεν τὴν ἔλευσιν Παρθένε, καὶ θαυμάτων τὴν χάριν, ἐλήλυθε γὰρ ὧδε νεύσει τῇ σῇ, καὶ χαρᾶς πολλῆς ἔπλησε, Χιλιανδαρίου τὴν Μάνδραν τὴν παρὰ σου, ἐκλεγεῖσαν εἰς κατάπαυσιν.

Ὁ Ἰωάννης ὁ θεῖος τῆς Δαμασκοὺ ὁ φωστήρ, τὴν ἐκκοπεῖσαν χεῖρα, ἰαθεὶς παραδόξως, παρὰ τῆς σῆς Εἰκόνος Μῆτερ Ἁγνή, εὐλαβῶς ἐναπέθετο, ταύτην τῇ Λαύρᾳ τοῦ Σάββα τοῦ θαυμαστοῦ, ὡς κειμήλιον οὐράνιον.

Ὁ Ἱεράρχης Κυρίου Σάββας ὁ ἔνθεος, τὴν σὴν σεπτὴν Εἰκόνα, τῇ Σερβίᾳ κομίσας, ἐνέπλησε τοὺς πάντας Κόρη χαρᾶς, καὶ ἐκεῖθεν ἐλήλυθε, Χιλανδαρίου τῇ Μάνδρᾳ τρόπῳ καινῷ, Μοναστῶν εἰς περιποίησιν.

Ὥσπερ γυνὴ τίς ὀφθεῖσα τοῖς ἐπελθούσιν ἐχθροῖς, καὶ ἀφανὴς ἐκ τούτων, γεγονυῖα Παρθένε, ἐδήλωσας τοῖς πᾶσι τὴν πρὸς ἡμᾶς, θαυμαστὴν προστασίαν σου, ἣν μηδαμῶς ἀντανέλῃς ὡς συμπαθής, ἐκ τῆς ποίμνης σου δεόμεθα.

Δόξα, καὶ νῦν. Ἦχος πλ. α´.
Τὴν ἀνάπλασιν ἡμῶν, τῷ σῷ τόκῳ εἰργάσω, ἐκ τῆς πάλαι φθορᾶς, Θεοτόκε Παρθένε· τὸν γὰρ Χριστὸν τεκοῦσα, ξένων ἀληθῶς μυστηρίων, ἐργαστήριον ὤφθης, ὡς τῷ Θεῷ ἐκλελεγμένη· νῦν δὲ καινῶν πραγμάτων, ἠξίωσας ἡμᾶς, διὰ τῆς θείας σοῦ Εἰκόνος, χαριτωθείσης τῇ ἐπισκιάσει σου ἐναργεστέραν γὰρ δι᾿ αὐτῆς, τὴν σὴν προστασίαν πεποίηκας, σωτηρίους δόσεις ἡμῖν παρέχουσα. Ἀλλ᾿ ᾧ Παντευλόγητε, Κεχαριτωμένη Κόρη, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.